Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.236 Joseph. AJ 9.241 (English) >>Joseph. AJ 9.246

9.239

Ἦν δέ τις κατὰ τοῦτον τὸν καιρὸν προφήτης Ναοῦμος ὄνομα, ὃς περὶ τῆς Ἀσσυρίων καταστροφῆς καὶ τῆς Νίνου προφητεύων ἔλεγεν, ὡς ἔσται Νινύας κολυμβήθρα ὕδατος κινουμένη· οὕτως καὶ δῆμος ἅπας ταρασσόμενος καὶ κλυδωνιζόμενος οἰχήσεται φεύγων λεγόντων πρὸς ἀλλήλουςστῆτε καὶ μείνατε καὶ χρυσὸν αὑτοῖς καὶ ἄργυρον ἁρπάσατε.” ἔσται δʼ οὐδεὶς βουλησόμενος· 9.240σώζειν γὰρ αὑτῶν ἐθελήσουσι τὰς ψυχὰς μᾶλλον τὰ κτήματα· δεινὴ γὰρ αὐτοὺς ἐν ἀλλήλοις ἔρις ἕξει καὶ θρῆνος πάρεσίς τε τῶν μελῶν, αἵ τε ὄψεις ὑπὸ τοῦ φόβου μέλαιναι τελέως αὐτοῖς γενήσονται. 9.241ποῦ δὲ ἔσται τὸ κατοικητήριον τῶν λεόντων καὶ μήτηρ σκύμνων; λέγει δέ σοι θεός, Νινύα, ὅτι ἀφανιῶ σε καὶ οὐκέτι λέοντες ἐκ 9.242σοῦ πορευόμενοι ἐπιτάξουσι τῷ κόσμῳ.” καὶ ἄλλα δὲ πολλὰ πρὸς τούτοις ἐπροφήτευσεν οὗτος προφήτης περὶ Νινύης, λέγειν οὐκ ἀναγκαῖον ἡγησάμην, ἵνα δὲ μὴ τοῖς ἐντυγχάνουσιν ὀχληρὸς δοκῶ παρέλιπον. συνέβη δὲ πάντα τὰ προειρημένα περὶ Νινύης μετὰ ἔτη ἑκατὸν καὶ πεντεκαίδεκα. περὶ μὲν τούτων ἀποχρώντως ἡμῖν δεδήλωται. 9.243

δὲ Ἰώθαμος μετήλλαξεν ἔτη βιώσας ἓν καὶ τεσσαράκοντα βασιλεύσας δʼ ἐξ αὐτῶν ἑκκαίδεκα, θάπτεται δὲ ἐν ταῖς βασιλικαῖς θήκαις. ἔρχεται δʼ εἰς τὸν υἱὸν αὐτοῦ Ἄχαζον βασιλεία, ὃς ἀσεβέστατος εἰς τὸν θεὸν γενόμενος καὶ τοὺς πατρίους παραβὰς νόμους τοὺς Ἰσραηλιτῶν βασιλέας ἐμιμήσατο βωμοὺς ἐν Ἱεροσολύμοις ἀναστήσας καὶ θύων ἐπʼ αὐτῶν τοῖς εἰδώλοις, οἷς καὶ ἴδιον ὡλοκαύτωσε παῖδα κατὰ τὰ Χαναναίων ἔθη, καὶ τούτοις ἄλλα παραπλήσια διεπράττετο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.236 Joseph. AJ 9.241 (English) >>Joseph. AJ 9.246

Powered by PhiloLogic